Premier Livre des Rois
3,4 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαων θῦσαι ἐκεῖ, ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαων. ( ) 3,5 καὶ ὤφθη κύριος τῷ Σαλωμων ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν κύριος πρὸς Σαλωμων Αἴτησαί τι αἴτημα σαυτῷ. ( ) 3,6 καὶ εἶπεν Σαλωμων Σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ( ) 3,7 καὶ νῦν, κύριε ὁ θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυιδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου, ( ) 3,8 ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω, λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται, ( )

3,9 καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ τοῦ συνίειν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον.,


1152 Bible des peuples sur verset 2018-08-25: Accorde à ton serviteur l’intelligence. Le texte dit précisément : accorde un cœur qui écoute, ou : accorde l’écoute du cœur. Mais le cœur, pour les hébreux, c’est l’intérieur de l’homme, la conscience aussi bien que les facultés mentales. Cette intelligence permet le discernement et on ne peut se fier à ses intuitions que si l’on reste dans une disposition d’obéissance à la loi de Dieu. Le livre montrera que le Salomon installé et satisfait de lui-même n’est plus capable d’écouter, ni de se réformer, ni de discerner le mécontentement qui prépare la division du royaume. On sait qu’en hébreu le mot juger signifie tout aussi bien gouverner. Cependant, à cette époque, on attache beaucoup d’importance à ce que le roi sache juger en dernier ressort les causes qu’on amène à son tribunal.

( )
3,10 καὶ ἤρεσεν ἐνώπιον κυρίου ὅτι ᾐτήσατο Σαλωμων τὸ ῥῆμα τοῦτο, ( ) 3,11 καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνθ ὧν ᾐτήσω παρ ἐμοῦ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ ᾐτήσω σαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρίμα, ( ) 3,12 ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι. ( ) 3,13 καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσιν· ( ) 3,14 καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου. ( )



trouve dans 1 passage(s): La sagesse de salomon,
trouve dans 1 liturgie(s): Dimanche-17-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: