Livre des Nombres
27,19 καὶ στήσεις αὐτὸν ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν ( ) 27,20 καὶ δώσεις τῆς δόξης σου ἐπ αὐτόν, ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ισραηλ. ( ) 27,21 καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή. ( ) 27,22 καὶ ἐποίησεν Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ κύριος, καὶ λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς ( ) 27,23 καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ αὐτὸν καὶ συνέστησεν αὐτόν, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ. ( )

28,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων


19455 Bible des Peuples sur titre chapitre 2023-11-11: Le calendrier des sacrifices

4398 Bible des peuples sur verset 2019-01-04: Ce calendrier liturgique essaye de synthétiser des dispositions antérieures. On pourra se demander comment le peuple subvenait aux frais nécessaires et procurait une telle quantité de victimes en un temps où les impôts de maîtres étrangers imposaient une pauvreté généralisée. Car il ne s’agit là que des sacrifices programmés, et il faudrait y ajouter toutes les offrandes de réparation, ou pour le péché, et l’auteur suppose qu’on en offrira bien d’autres par piété ou à la suite d’un vœu. Ce calendrier ignore tout ce qui se vit hors du Temple : par exemple il passe sous silence l’agneau de la Pâque et le repas pascal, fête essentiellement familiale. De même pour la fête des Tentes.

( )
28,2 Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων Τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. ( ) 28,3 καὶ ἐρεῖς πρὸς αὐτούς Ταῦτα τὰ καρπώματα, ὅσα προσάξετε κυρίῳ· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς, ( ) 28,4 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· ( ) 28,5 καὶ ποιήσεις τὸ δέκατον τοῦ οιφι σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν. ( ) 28,6 ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινα εἰς ὀσμὴν εὐωδίας κυρίῳ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: