Second Livre des Rois
15,14 καὶ ἀνέβη Μαναημ υἱὸς Γαδδι ἐκ Θαρσιλα καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν τὸν Σελλουμ υἱὸν Ιαβις ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν. ( ) 15,15 καὶ τὰ λοιπὰ τῶν λόγων Σελλουμ καὶ ἡ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ. ( ) 15,16 τότε ἐπάταξεν Μαναημ τὴν Θερσα καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσα, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν. ( ) 15,17 Ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Αζαρια βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν Μαναημ υἱὸς Γαδδι ἐπὶ Ισραηλ δέκα ἔτη ἐν Σαμαρείᾳ. ( ) 15,18 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. ( )

15,19 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φουλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναημ ἔδωκεν τῷ Φουλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ αὐτοῦ.


1526 Bible des peuples sur verset 2018-09-09: Ce Poul n’est autre que Téglat-Falasar III cité en 15.29. Pour lui donner les mille talents d’argent, c’est-à-dire trois millions de sicles il fallait 60 000 propriétaires au tarif de cinquante par personne. Dix ans après le règne prospère de Jéroboam II, la richesse dénoncée par Amos et Osée était encore réelle.

( )
15,20 καὶ ἐξήνεγκεν Μαναημ τὸ ἀργύριον ἐπὶ τὸν Ισραηλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύι, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψεν βασιλεὺς Ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. ( ) 15,21 καὶ τὰ λοιπὰ τῶν λόγων Μαναημ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ., ( ) 15,22 καὶ ἐκοιμήθη Μαναημ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακειας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 15,23 Ἐν ἔτει πεντηκοστῷ τοῦ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακειας υἱὸς Μαναημ ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ δύο ἔτη. ( ) 15,24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: