Second Livre des Rois
14,18 καὶ τὰ λοιπὰ τῶν λόγων Αμεσσιου καὶ πάντα, ἃ ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα., ( ) 14,19 καὶ συνεστράφησαν ἐπ αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ, καὶ ἔφυγεν εἰς Λαχις· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ. ( ) 14,20 καὶ ἦραν αὐτὸν ἐφ ἵππων, καὶ ἐτάφη ἐν Ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ. ( ) 14,21 καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ιουδα τὸν Αζαριαν – καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν – καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμεσσιου. ( ) 14,22 αὐτὸς ᾠκοδόμησεν τὴν Αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. ( )

14,23 Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Αμεσσιου υἱοῦ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος.


19701 Bible des Peuples sur titre chapitre 2023-11-11: Règne de Jéroboam II en Israël

1522 Bible des peuples sur verset 2018-09-09: La Bible ne consacre qu’un paragraphe à Jéroboam II, roi d’Israël (783-743 av. J.C.) bien qu’il ait rétabli la grandeur et la prospérité du royaume. L’auteur voit dans les victoires de Jéroboam une dernière grâce de Dieu envers son peuple humilié. Cette prospérité pourtant entraîne l’exploitation du peuple. C’est l’époque où les prophètes Osée et Amos déclarent — devant l’incrédulité de tous — que cette prospérité sera de courte durée parce qu’elle n’est pas fondée sur la justice. À la mort de Jéroboam, le royaume de Samarie est proche de sa fin. La division religieuse continue et les Israélites du nord, isolés du centre religieux de Jérusalem, ne parviennent pas à préserver leur foi quand ils subissent plus fortement les influences païennes.

( )
14,24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. ( ) 14,25 αὐτὸς ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαθ ἕως τῆς θαλάσσης τῆς Αραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ Ισραηλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ιωνα υἱοῦ Αμαθι τοῦ προφήτου τοῦ ἐκ Γεθχοβερ. ( ) 14,26 ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ισραηλ. ( ) 14,27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱοῦ Ιωας. ( ) 14,28 καὶ τὰ λοιπὰ τῶν λόγων Ιεροβοαμ καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαθ τῷ Ιουδα ἐν Ισραηλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: