Second Livre des Rois
13,9 καὶ ἐκοιμήθη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 13,10 Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη. ( ) 13,11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύθη. ( ) 13,12 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ., ( ) 13,13 καὶ ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ιεροβοαμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ισραηλ. ( )

13,14 Καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ, δι ἣν ἀπέθανεν. καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ.


19698 Bible des Peuples sur titre chapitre 2023-11-11: La mort d'Élisée

( )
13,15 καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη. ( ) 13,16 καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον, καὶ ἐπέθηκεν Ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως. ( ) 13,17 καὶ εἶπεν Ἄνοιξον τὴν θυρίδα κατ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Ελισαιε Τόξευσον· καὶ ἐτόξευσεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Αφεκ ἕως συντελείας. ( ) 13,18 καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη. ( ) 13,19 καὶ ἐλυπήθη ἐπ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: