Second Livre des Rois
13,1 Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη. ( ) 13,2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη ἀπ αὐτῶν. ( ) 13,3 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας. ( ) 13,4 καὶ ἐδεήθη Ιωαχας τοῦ προσώπου κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ κύριος, ὅτι εἶδεν τὴν θλῖψιν Ισραηλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας. ( ) 13,5 καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας, καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης· ( )

13,6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύθησαν, καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ.


( )
13,7 ὅτι οὐχ ὑπελείφθη τῷ Ιωαχας λαὸς ἀλλ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν. ( ) 13,8 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ., ( ) 13,9 καὶ ἐκοιμήθη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 13,10 Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη. ( ) 13,11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύθη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: