Second Livre des Rois
10,28 Καὶ ἠφάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ· ( ) 10,29 πλὴν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθηλ καὶ ἐν Δαν. ( ) 10,30 καὶ εἶπεν κύριος πρὸς Ιου Ἀνθ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου, ἐποίησας τῷ οἴκῳ Αχααβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ. ( ) 10,31 καὶ Ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ Ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. ( ) 10,32 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίῳ Ισραηλ ( )

10,33 ἀπὸ τοῦ Ιορδάνου κατ ἀνατολὰς ἡλίου, πᾶσαν τὴν γῆν Γαλααδ τοῦ Γαδδι καὶ τοῦ Ρουβην καὶ τοῦ Μανασση ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν.


( )
10,34 καὶ τὰ λοιπὰ τῶν λόγων Ιου καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ., ( ) 10,35 καὶ ἐκοιμήθη Ιου μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 10,36 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ, εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ. ( ) 11,1 Καὶ Γοθολια ἡ μήτηρ Οχοζιου εἶδεν ὅτι ἀπέθανον οἱ υἱοὶ αὐτῆς, καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας. ( ) 11,2 καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ, ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας, καὶ ο ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: