Second Livre des Rois
10,12 Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν. αὐτὸς ἐν Βαιθακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ, ( ) 10,13 καὶ Ιου εὗρεν τοὺς ἀδελφοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἶπεν Τίνες ὑμεῖς., καὶ εἶπον Οἱ ἀδελφοὶ Οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης. ( ) 10,14 καὶ εἶπεν Συλλάβετε αὐτοὺς ζῶντας· καὶ συνέλαβον αὐτοὺς ζῶντας. καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακαδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν. ( ) 10,15 καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν Ιου Εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου., καὶ εἶπεν Ιωναδαβ Ἔστιν. καὶ εἶπεν Ιου Κ ( ) 10,16 καὶ εἶπεν πρὸς αὐτόν Δεῦρο μετ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ Σαβαωθ· καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ. ( )

10,17 καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ Αχααβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν πρὸς Ηλιου.


( )
10,18 Καὶ συνήθροισεν Ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τῷ Βααλ ὀλίγα, καί γε Ιου δουλεύσει αὐτῷ πολλά· ( ) 10,19 καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βααλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βααλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ιου ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βααλ. ( ) 10,20 καὶ εἶπεν Ιου Ἁγιάσατε ἱερείαν τῷ Βααλ· καὶ ἐκήρυξαν. ( ) 10,21 καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ( ) 10,22 καὶ εἶπεν Ιου τῷ ἐπὶ τοῦ οἴκου μεσθααλ Ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ Βααλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: