Second Livre des Rois
9,21 καὶ εἶπεν Ιωραμ Ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαι τοῦ Ιεζραηλίτου. ( ) 9,22 καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου, καὶ εἶπεν Εἰ εἰρήνη, Ιου., καὶ εἶπεν Ιου Τί εἰρήνη., ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά. ( ) 9,23 καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν Δόλος, Οχοζια. ( ) 9,24 καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. ( ) 9,25 καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ Ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαι τοῦ Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ, καὶ κύριος ἔλαβεν ἐπ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων ( )

9,26 Εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶν κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶν κύριος· καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου.


( )
9,27 καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν Καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι, ἥ ἐστιν Ιεβλααμ, καὶ ἔφυγεν εἰς Μαγεδδων καὶ ἀπέθανεν ἐκεῖ. ( ) 9,28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυιδ. ( ) 9,29 καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν. ( ) 9,30 Καὶ ἦλθεν Ιου εἰς Ιεζραελ· καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς θυρίδος. ( Ap 2,20 , ) 9,31 καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Εἰ εἰρήνη, Ζαμβρι ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: