Second Livre des Rois
9,16 καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ, ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαθ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Οχοζι ( ) 9,17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ιωραμ Λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Εἰ εἰρήνη., ( ) 9,18 καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη., καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ., ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν. ( ) 9,19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη., καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ., ἐπιστρέφου εἰς τὰ ὀπίσω μου. ( ) 9,20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ὁ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου, ὅτι ἐν παραλλαγῇ ἐγένετο. ( )

9,21 καὶ εἶπεν Ιωραμ Ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαι τοῦ Ιεζραηλίτου.


( )
9,22 καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου, καὶ εἶπεν Εἰ εἰρήνη, Ιου., καὶ εἶπεν Ιου Τί εἰρήνη., ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά. ( ) 9,23 καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν Δόλος, Οχοζια. ( ) 9,24 καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. ( ) 9,25 καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ Ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαι τοῦ Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ, καὶ κύριος ἔλαβεν ἐπ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων ( ) 9,26 Εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶν κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶν κύριος· καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: