Livre de la Genèse
33,14 προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηιρ. ( ) 33,15 εἶπεν δὲ Ησαυ Καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ ἐμοῦ. ὁ δὲ εἶπεν Ἵνα τί τοῦτο., ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. ( ) 33,16 ἀπέστρεψεν δὲ Ησαυ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηιρ. ( ) 33,17 Καὶ Ιακωβ ἀπαίρει εἰς Σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί. ( ) 33,18 καὶ ἦλθεν Ιακωβ εἰς Σαλημ πόλιν Σικιμων, ἥ ἐστιν ἐν γῇ Χανααν, ὅτε ἦλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως. ( )

33,19 καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Εμμωρ πατρὸς Συχεμ ἑκατὸν ἀμνῶν


433 Olivier (Les légendes des Juifs) sur verset 2011-10-20: Sans tarder il acheta un terrain, car tout homme possédant des biens a l'obligation à son arrivée en Terre Sainte, d'y acquérir de la terre.

( Jn 4,5 , Jn 4,12 )
33,20 καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ισραηλ. ( ) 34,1 Ἐξῆλθεν δὲ Δινα ἡ θυγάτηρ Λειας, ἣν ἔτεκεν τῷ Ιακωβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. ( ) 34,2 καὶ εἶδεν αὐτὴν Συχεμ ὁ υἱὸς Εμμωρ ὁ Χορραῖος ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν. ( ) 34,3 καὶ προσέσχεν τῇ ψυχῇ Δινας τῆς θυγατρὸς Ιακωβ καὶ ἠγάπησεν τὴν παρθένον καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ. ( ) 34,4 εἶπεν δὲ Συχεμ πρὸς Εμμωρ τὸν πατέρα αὐτοῦ λέγων Λαβέ μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: