Second Livre des Rois
9,4 καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ ( ) 9,5 καὶ εἰσῆλθεν, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν., καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων. ( ) 9,6 καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ, ( ) 9,7 καὶ ἐξολεθρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ ( ) 9,8 καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ· ( )

9,9 καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια·


( )
9,10 καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν. ( ) 9,11 καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη., τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ., καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. ( ) 9,12 καὶ εἶπον Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ιου πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ. ( ) 9,13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον Ἐβασίλευσεν Ιου. ( ) 9,14 καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ – καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ, αὐτὸς καὶ πᾶς Ισραηλ, ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: