Second Livre des Rois
8,7 Καὶ ἦλθεν Ελισαιε εἰς Δαμασκόν, καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε. ( ) 8,8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αζαηλ Λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης., ( ) 8,9 καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε Ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων Εἰ ζή ( ) 8,10 καὶ εἶπεν Ελισαιε Δεῦρο εἰπὸν αὐτῷ Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτῳ ἀποθανῇ. ( ) 8,11 καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ. ( )

8,12 καὶ εἶπεν Αζαηλ Τί ὅτι ὁ κύριός μου κλαίει., καὶ εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ισραηλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρή


( )
8,13 καὶ εἶπεν Αζαηλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο., καὶ εἶπεν Ελισαιε Ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν. ( ) 8,14 καὶ ἀπῆλθεν ἀπὸ Ελισαιε καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τί εἶπέν σοι Ελισαιε., καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ. ( ) 8,15 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν, καὶ ἐβασίλευσεν Αζαηλ ἀντ αὐτοῦ. ( ) 8,16 Ἐν ἔτει πέμπτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαφατ βασιλεὺς Ιουδα. ( ) 8,17 υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: