Second Livre des Rois
6,27 καὶ εἶπεν αὐτῇ Μή σε σώσαι κύριος, πόθεν σώσω σε., μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ., ( ) 6,28 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Τί ἐστίν σοι., καὶ εἶπεν Ἡ γυνὴ αὕτη εἶπεν πρός με Δὸς τὸν υἱόν σου καὶ φαγόμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου καὶ φαγόμεθα αὐτὸν αὔριον· ( ) 6,29 καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ Δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν, καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς. ( ) 6,30 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τῆς γυναικός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. ( ) 6,31 καὶ εἶπεν Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ελισαιε ἐπ αὐτῷ σήμερον. ( )

6,32 καὶ Ελισαιε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ· πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους Εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν


( )
6,33 ἔτι αὐτοῦ λαλοῦντος μετ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν Ἰδοὺ αὕτη ἡ κακία παρὰ κυρίου· τί ὑπομείνω τῷ κυρίῳ ἔτι., ( ) 7,1 καὶ εἶπεν Ελισαιε Ἄκουσον λόγον κυρίου Τάδε λέγει κύριος Ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας. ( ) 7,2 καὶ ἀπεκρίθη ὁ τριστάτης, ἐφ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ελισαιε καὶ εἶπεν Ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο., καὶ Ελισαιε εἶπεν Ἰδοὺ σὺ ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ φάγῃ. ( ) 7,3 καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τί ἡμεῖς καθήμεθα ὧδε, ἕως ἀποθάνωμεν., ( ) 7,4 ἐὰν εἴπωμεν Εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν Ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανο ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: