Second Livre des Rois
6,14 καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν. ( ) 6,15 καὶ ὤρθρισεν ὁ λειτουργὸς Ελισαιε ἀναστῆναι καὶ ἐξῆλθεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν Ὦ, κύριε, πῶς ποιήσωμεν., ( ) 6,16 καὶ εἶπεν Ελισαιε Μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ ἡμῶν ὑπὲρ τοὺς μετ αὐτῶν. ( ) 6,17 καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν, καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε. ( ) 6,18 καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο Ελισαιε πρὸς κύριον καὶ εἶπεν Πάταξον δὴ τοῦτο τὸ ἔθνος ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ελισαιε. ( )

6,19 καὶ εἶπεν πρὸς αὐτοὺς Ελισαιε Οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἀπάξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σαμάρειαν.


( )
6,20 καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ελισαιε Ἄνοιξον δή, κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας. ( ) 6,21 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ, ὡς εἶδεν αὐτούς Εἰ πατάξας πατάξω, πάτερ., ( ) 6,22 καὶ εἶπεν Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου, σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν. ( ) 6,23 καὶ παρέθηκεν αὐτοῖς παράθεσιν μεγάλην, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλθον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέθεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλθεῖν εἰς γῆν Ισραηλ. ( ) 6,24 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤθροισεν υἱὸς Αδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν Σαμάρειαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: