Second Livre des Rois
6,12 καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ Οὐχί, κύριέ μου βασιλεῦ, ὅτι Ελισαιε ὁ προφήτης ὁ ἐν Ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ Ισραηλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου. ( ) 6,13 καὶ εἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωθαιμ. ( ) 6,14 καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν. ( ) 6,15 καὶ ὤρθρισεν ὁ λειτουργὸς Ελισαιε ἀναστῆναι καὶ ἐξῆλθεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν Ὦ, κύριε, πῶς ποιήσωμεν., ( ) 6,16 καὶ εἶπεν Ελισαιε Μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ ἡμῶν ὑπὲρ τοὺς μετ αὐτῶν. ( )

6,17 καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν, καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε.


1511 Bible des peuples sur verset 2018-09-09: Ouvre-lui les yeux… Rends-les aveugles (17, 18, 20). Ces paroles expriment le contraste entre ceux qui voient la situation comme Dieu la voit et ceux qui se perdent dans leur propre sagesse. Nous perdons beaucoup de temps, paralysés que nous sommes par nos craintes, au lieu de nous décider à risquer et à aller de l’avant, confiant que Dieu ne nous abandonnera pas !

( )
6,18 καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο Ελισαιε πρὸς κύριον καὶ εἶπεν Πάταξον δὴ τοῦτο τὸ ἔθνος ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ελισαιε. ( ) 6,19 καὶ εἶπεν πρὸς αὐτοὺς Ελισαιε Οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἀπάξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σαμάρειαν. ( ) 6,20 καὶ ἐγένετο ὡς εἰσῆλθον εἰς Σαμάρειαν, καὶ εἶπεν Ελισαιε Ἄνοιξον δή, κύριε, τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας. ( ) 6,21 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ, ὡς εἶδεν αὐτούς Εἰ πατάξας πατάξω, πάτερ., ( ) 6,22 καὶ εἶπεν Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου, σὺ τύπτεις· παράθες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ φαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελθέτωσαν πρὸς τὸν κύριον αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: