Second Livre des Rois
5,27 καὶ ἡ λέπρα Ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών. ( ) 6,1 Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ελισαιε Ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀφ ἡμῶν· ( ) 6,2 πορευθῶμεν δὴ ἕως τοῦ Ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε. ( ) 6,3 καὶ εἶπεν ὁ εἷς Ἐπιεικέως δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν Ἐγὼ πορεύσομαι. ( ) 6,4 καὶ ἐπορεύθη μετ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα. ( )

6,5 καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὦ, κύριε, καὶ αὐτὸ κεχρημένον.


( )
6,6 καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν., καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον. ( ) 6,7 καὶ εἶπεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτό. ( ) 6,8 Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλῶ. ( ) 6,9 καὶ ἀπέστειλεν Ελισαιε πρὸς τὸν βασιλέα Ισραηλ λέγων Φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται. ( ) 6,10 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ελισαιε, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: