Second Livre des Rois
5,23 καὶ εἶπεν Ναιμαν Λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ἦραν ἔμπροσθεν αὐτοῦ. ( ) 5,24 καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας. ( ) 5,25 καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Πόθεν, Γιεζι., καὶ εἶπεν Γιεζι Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. ( ) 5,26 καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι., καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖ ( ) 5,27 καὶ ἡ λέπρα Ναιμαν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών. ( )

6,1 Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ελισαιε Ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀφ ἡμῶν·


( )
6,2 πορευθῶμεν δὴ ἕως τοῦ Ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε. ( ) 6,3 καὶ εἶπεν ὁ εἷς Ἐπιεικέως δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν Ἐγὼ πορεύσομαι. ( ) 6,4 καὶ ἐπορεύθη μετ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα. ( ) 6,5 καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὦ, κύριε, καὶ αὐτὸ κεχρημένον. ( ) 6,6 καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν., καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: