Second Livre des Rois
5,16 καὶ εἶπεν Ελισαιε Ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήμψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησεν. ( ) 5,17 καὶ εἶπεν Ναιμαν Καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόμος ζεύγους ἡμιόνων, καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυρρᾶς, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις, ἀλλ ἢ τῷ κυρίῳ μόνῳ· ( ) 5,18 καὶ ἱλάσεται κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμαν προσκυνῆσαι αὐτὸν καὶ ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμαν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμαν, καὶ ἱλάσεται δὴ κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ ( ) 5,19 καὶ εἶπεν Ελισαιε πρὸς Ναιμαν Δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλθεν ἀπ αὐτοῦ εἰς δεβραθα τῆς γῆς. ( ) 5,20 Καὶ εἶπεν Γιεζι τὸ παιδάριον Ελισαιε Ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ Ναιμαν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχεν· ζῇ κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ αὐτοῦ τι. ( )

5,21 καὶ ἐδίωξε Γιεζι ὀπίσω τοῦ Ναιμαν, καὶ εἶδεν αὐτὸν Ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ.


( )
5,22 καὶ εἶπεν Εἰρήνη· ὁ κύριός μου ἀπέστειλέν με λέγων Ἰδοὺ νῦν ἦλθον πρός με δύο παιδάρια ἐξ ὄρους Εφραιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς. ( ) 5,23 καὶ εἶπεν Ναιμαν Λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ἦραν ἔμπροσθεν αὐτοῦ. ( ) 5,24 καὶ ἦλθον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέθετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας. ( ) 5,25 καὶ αὐτὸς εἰσῆλθεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Πόθεν, Γιεζι., καὶ εἶπεν Γιεζι Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθα καὶ ἔνθα. ( ) 5,26 καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ, ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι., καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: