Second Livre des Rois
5,6 καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ισραηλ λέγων Καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμαν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. ( ) 5,7 καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ισραηλ τὸ βιβλίον, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Μὴ θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ., ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός με. ( ) 5,8 καὶ ἐγένετο ὡς ἤκουσεν Ελισαιε ὅτι διέρρηξεν ὁ βασιλεὺς Ισραηλ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα Ισραηλ λέγων Ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου., ἐλθέτω δὴ πρός με Ναιμαν καὶ γνώτω ὅτι ἔστιν προφήτης ἐν Ισραηλ. ( ) 5,9 καὶ ἦλθεν Ναιμαν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου Ελισαιε. ( ) 5,10 καὶ ἀπέστειλεν Ελισαιε ἄγγελον πρὸς αὐτὸν λέγων Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ιορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ. ( )

5,11 καὶ ἐθυμώθη Ναιμαν καὶ ἀπῆλθεν καὶ εἶπεν Ἰδοὺ δὴ ἔλεγον ὅτι ἐξελεύσεται πρός με καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν·


( )
5,12 οὐχὶ ἀγαθὸς Αβανα καὶ Φαρφαρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ Ιορδάνην καὶ πάντα τὰ ὕδατα Ισραηλ., οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι., καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ. ( ) 5,13 καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν Μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ, οὐχὶ ποιήσεις., καὶ ὅτι εἶπεν πρὸς σέ Λοῦσαι καὶ καθαρίσθητι. ( ) 5,14 καὶ κατέβη Ναιμαν καὶ ἐβαπτίσατο ἐν τῷ Ιορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα Ελισαιε, καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη. ( ) 5,15 καὶ ἐπέστρεψεν πρὸς Ελισαιε, αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθεν καὶ ἔστη καὶ εἶπεν Ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν θεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ ἢ ἐν τῷ Ισραηλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. ( ) 5,16 καὶ εἶπεν Ελισαιε Ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήμψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησεν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: