Second Livre des Rois
4,39 καὶ ἐξῆλθεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν. ( ) 4,40 καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν. ( ) 4,41 καὶ εἶπεν Λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον Ἔγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι. ( ) 4,42 καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας, καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν. ( ) 4,43 καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν., καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὅτι τάδε λέγει κύριος Φάγονται καὶ καταλείψουσιν. ( )

4,44 καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου.


( )
5,1 Καὶ Ναιμαν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι, λελεπρωμένος. ( ) 5,2 καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ισραηλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμαν. ( ) 5,3 ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς Ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. ( ) 5,4 καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν Οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ισραηλ. ( ) 5,5 καὶ εἶπεν βασιλεὺς Συρίας πρὸς Ναιμαν Δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ισραηλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς. ( )



trouve dans 1 passage(s): Elisée multiplie les pains,
trouve dans 1 liturgie(s): Dimanche-17-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: