Second Livre des Rois
4,8 Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν. ( ) 4,9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ ἡμᾶς διὰ παντός· ( ) 4,10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ. ( ) 4,11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ. ( ) 4,12 καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ. ( )

4,13 καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι., εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως., ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ.


( )
4,14 καὶ εἶπεν Τί δεῖ ποιῆσαι αὐτῇ., καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης. ( ) 4,15 καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν. ( ) 4,16 καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριέ μου, μὴ διαψεύσῃ τὴν δούλην σου. ( ) 4,17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε. ( ) 4,18 καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας, ( )



trouve dans 1 passage(s): Elisée est accueilli par une étrangère,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: