Second Livre des Rois
3,23 καὶ εἶπαν Αἷμα τοῦτο τῆς ῥομφαίας, ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα, Μωαβ. ( ) 3,24 καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ισραηλ, καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ ( ) 3,25 καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν α ( ) 3,26 καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος, καὶ ἔλαβεν μεθ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ, καὶ οὐκ ἠδυνήθησαν. ( ) 3,27 καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃς ἐβασίλευσεν ἀντ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ, καὶ ἀπῆραν ἀπ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν. ( )

4,1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.


19681 Bible des Peuples sur titre chapitre 2023-11-11: Élisée et le miracle de l'huile

1497 Bible des peuples sur verset 2018-09-09: Ici commence une série de miracles d’Élisée. Parmi les prophètes d’Israël, Élisée est l’un des plus proches des pauvres et des marginalisés de son temps. C’est au milieu d’eux et en leur faveur qu’il a fait la plupart de ses miracles. C’est sans doute pour cela que les récits qui nous les ont transmis gardent encore cette saveur, ce pittoresque avec lesquels les premiers témoins, ces pauvres et ces marginalisés, les ont racontés. Si la légende ici prend facilement le pas sur l’histoire, ces textes nous disent cependant comment ces gens simples ont su reconnaître le pouvoir que Dieu avait donné à son prophète pour leur apporter aide et soulagement. Sous cet aspect, Jésus ne serait pas différent d’Élisée.

1498 Bible des peuples sur verset 2018-09-09: Nous avons là un témoignage sur la pratique de l’esclavage en Israël, un esclavage que la loi de Dieu réglementait strictement et qui ne devait être que temporaire (Exode 21.7 ; Lévitique 25.46 ; Isaïe 50.1). Mais la loi de Dieu souvent n’était pas respectée (Néhémie 5.1 ; Jérémie 34.14).

( Ex 21,7 , Lv 25,46 Ne 5,1 Is 50,1 Jr 34,14 )
4,2 καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι., ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ ἢ ὃ ἀλείψομαι ἔλαιον. ( ) 4,3 καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς, ( ) 4,4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς. ( ) 4,5 καὶ ἀπῆλθεν παρ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν, ( ) 4,6 ἕως ἐπλήσθησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: