Second Livre des Rois
3,18 καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου, καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμῶν, ( ) 3,19 καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις. ( ) 3,20 καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Εδωμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος. ( ) 3,21 καὶ πᾶσα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου. ( ) 3,22 καὶ ὤρθρισαν τὸ πρωί, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα ( )

3,23 καὶ εἶπαν Αἷμα τοῦτο τῆς ῥομφαίας, ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα, Μωαβ.


( )
3,24 καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ισραηλ, καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ ( ) 3,25 καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν α ( ) 3,26 καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος, καὶ ἔλαβεν μεθ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ, καὶ οὐκ ἠδυνήθησαν. ( ) 3,27 καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃς ἐβασίλευσεν ἀντ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ, καὶ ἀπῆραν ἀπ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν. ( ) 4,1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους. ( Ex 21,7 , Lv 25,46 , Ne 5,1 , Is 50,1 , Jr 34,14 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: