Second Livre des Rois
3,12 καὶ εἶπεν Ιωσαφατ Ἔστιν αὐτῷ ῥῆμα κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ. ( ) 3,13 καὶ εἶπεν Ελισαιε πρὸς βασιλέα Ισραηλ Τί ἐμοὶ καὶ σοί., δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ισραηλ Μή, ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωαβ. ( ) 3,14 καὶ εἶπεν Ελισαιε Ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ιωσαφατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε· ( ) 3,15 καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ αὐτὸν χεὶρ κυρίου, ( ) 3,16 καὶ εἶπεν Τάδε λέγει κύριος Ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους· ( )

3,17 ὅτι τάδε λέγει κύριος Οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν·


( )
3,18 καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου, καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμῶν, ( ) 3,19 καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις. ( ) 3,20 καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Εδωμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος. ( ) 3,21 καὶ πᾶσα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου. ( ) 3,22 καὶ ὤρθρισαν τὸ πρωί, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: