Second Livre des Rois
2,25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν. ( ) 3,1 Καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη. ( ) 3,2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ· ( ) 3,3 πλὴν ἐν τῇ ἁμαρτίᾳ Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ αὐτῆς. ( ) 3,4 Καὶ Μωσα βασιλεὺς Μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ Ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων. ( )

3,5 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλεῖ Ισραηλ.


( )
3,6 καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ· ( ) 3,7 καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων Βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ ἐμοῦ εἰς Μωαβ εἰς πόλεμον., καὶ εἶπεν Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου. ( ) 3,8 καὶ εἶπεν Ποίᾳ ὁδῷ ἀναβῶ., καὶ εἶπεν Ὁδὸν ἔρημον Εδωμ. ( ) 3,9 καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν. ( ) 3,10 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ Ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωαβ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: