Second Livre des Rois
2,24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου, καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. ( ) 2,25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν. ( ) 3,1 Καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη. ( ) 3,2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ· ( ) 3,3 πλὴν ἐν τῇ ἁμαρτίᾳ Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ αὐτῆς. ( )

3,4 Καὶ Μωσα βασιλεὺς Μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ Ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων.


19680 Bible des Peuples sur titre chapitre 2023-11-11: Expédition d'Israël et de Juda contre Moab

( )
3,5 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλεῖ Ισραηλ. ( ) 3,6 καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ· ( ) 3,7 καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων Βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ ἐμοῦ εἰς Μωαβ εἰς πόλεμον., καὶ εἶπεν Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου. ( ) 3,8 καὶ εἶπεν Ποίᾳ ὁδῷ ἀναβῶ., καὶ εἶπεν Ὁδὸν ἔρημον Εδωμ. ( ) 3,9 καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: