Second Livre des Rois
2,13 καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε, καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου· ( 1R 19,21 , ) 2,14 καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ οὐ διέστη· καὶ εἶπεν Ποῦ ὁ θεὸς Ηλιου αφφω., καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη Ελισαιε. ( ) 2,15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. ( ) 2,16 καὶ εἶπον πρὸς αὐτόν Ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἢ ἐφ ἓν τῶν ὀρέων ἢ ἐφ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ελισαιε Οὐκ ἀποστ ( ) 2,17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν· ( )

2,18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω, καὶ εἶπεν Ελισαιε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευθῆτε.,


( )
2,19 Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή, καθὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. ( ) 2,20 καὶ εἶπεν Ελισαιε Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν. ( ) 2,21 καὶ ἐξῆλθεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη. ( ) 2,22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε, ὃ ἐλάλησεν. ( ) 2,23 καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθηλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: