Premier Livre des Rois
20,38 καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ. ( ) 20,39 καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχ ( ) 20,40 καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ ἐμοὶ ἐφόνευσας. ( ) 20,41 καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προφητῶν οὗτος. ( ) 20,42 καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. ( )

20,43 καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.


( )
21,1 Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαι τῷ Ιεζραηλίτῃ παρὰ τῷ ἅλῳ Αχααβ βασιλέως Σαμαρείας. ( ) 21,2 καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου, ( ) 21,3 καὶ εἶπεν Ναβουθαι πρὸς Αχααβ Μή μοι γένοιτο παρὰ θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί. ( ) 21,4 καὶ ἐγένετο τὸ πνεῦμα Αχααβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτοῦ καὶ οὐκ ἔφαγεν ἄρτον. ( ) 21,5 καὶ εἰσῆλθεν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: