Premier Livre des Rois
20,7 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ ( ) 20,8 καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς. ( ) 20,9 καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα, ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις, ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον. ( ) 20,10 καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. ( ) 20,11 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός. ( )

20,12 καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.


( )
20,13 Καὶ ἰδοὺ προφήτης εἷς προσῆλθεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν Τάδε λέγει κύριος Εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον., ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. ( ) 20,14 καὶ εἶπεν Αχααβ Ἐν τίνι., καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Αχααβ Τίς συνάψει τὸν πόλεμον., καὶ εἶπεν Σύ. ( ) 20,15 καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν υἱὸν δυνάμεως, ἑξήκοντα χιλιάδας. ( ) 20,16 καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ αὐτοῦ. ( ) 20,17 καὶ ἐξῆλθον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: