Premier Livre des Rois
19,19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – καὶ ἐπῆλθεν ἐπ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ αὐτόν. ( Lc 9,61 , ) 19,20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι. ( ) 19,21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ. ( 2R 2,13 , ) 20,1 Καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ αὐτήν. ( ) 20,2 καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν ( )

20,3 καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν.


( )
20,4 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. ( ) 20,5 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Αδερ Ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί· ( ) 20,6 ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν, ἐφ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται. ( ) 20,7 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ ( ) 20,8 καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: