Premier Livre des Rois
19,14 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. ( ) 19,15 καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας· ( ) 19,16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σοῦ. ( ) 19,17 καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε. ( ) 19,18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ. ( )

19,19 Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – καὶ ἐπῆλθεν ἐπ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ αὐτόν.


1219 Bible des peuples sur verset 2018-08-26: Élie passa près d’Élisée et jeta son manteau sur lui. Il l’appelle de la même manière que Jésus appelle ses apôtres : “Suivez-moi”. Sans doute Élie interprète la réponse : “Laisse-moi embrasser mes parents”, comme une hésitation d’Élisée à tout quitter et c’est pourquoi il lui dit : “Retourne si tu veux, ce n’est pas important”. Mais Élisée voulait seulement prendre congé de sa famille d’une façon convenable (voir Luc 9.61). Dès ce moment, Élisée devient le disciple d’Élie et son successeur en Israël.

( Lc 9,61 , )
19,20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεφε, ὅτι πεποίηκά σοι. ( ) 19,21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ. ( 2R 2,13 , ) 20,1 Καὶ συνήθροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ αὐτήν. ( ) 20,2 καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν ( ) 20,3 καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-13-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: