Premier Livre des Rois
18,14 καὶ νῦν σὺ λέγεις μοι Πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· καὶ ἀποκτενεῖ με. ( ) 18,15 καὶ εἶπεν Ηλιου Ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ. ( ) 18,16 καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου. ( ) 18,17 Καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου, καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ., ( ) 18,18 καὶ εἶπεν Ηλιου Οὐ διαστρέφω τὸν Ισραηλ, ὅτι ἀλλ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ· ( )

18,19 καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ.


4808 Géographie sur verset 2019-01-12: Mont carmel: voir localisation

( )
18,20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον. ( ) 18,21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς Ηλιου Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ ἀμφοτέραις ταῖς ἰγνύαις., εἰ ἔστιν κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βααλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον. ( Mt 6,24 , Mt 12,30 , Ap 3,6 ) 18,22 καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι· ( ) 18,23 δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ· ( ) 18,24 καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ θεοῦ μου, καὶ ἔσται ὁ θεός, ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος θεός, καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας. ( Lc 3,16 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: