Premier Livre des Rois
17,24 καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου Ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν. ( ) 18,1 Καὶ ἐγένετο μεθ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. ( ) 18,2 καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ. – καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ. ( ) 18,3 καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον· [καὶ Αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα, ( ) 18,4 καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·] ( )

18,5 καὶ εἶπεν Αχααβ πρὸς Αβδιου Δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν.


( )
18,6 καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος, καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος. ( ) 18,7 καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ηλιου., ( ) 18,8 καὶ εἶπεν Ηλιου αὐτῷ Ἐγώ· πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου. ( ) 18,9 καὶ εἶπεν Αβδιου Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με., ( ) 18,10 ζῇ κύριος ὁ θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: