Premier Livre des Rois
17,16 καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου. ( ) 17,17 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὗ οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. ( Gn 2,7 , ) 17,18 καὶ εἶπεν πρὸς Ηλιου Τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ θεοῦ., εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ θανατῶσαι τὸν υἱόν μου. ( ) 17,19 καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα Δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ. ( ) 17,20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν Οἴμμοι, κύριε ὁ μάρτυς τῆς χήρας, μεθ ἧς ἐγὼ κατοικῶ μετ αὐτῆς, σὺ κεκάκωκας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. ( )

17,21 καὶ ἐνεφύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν Κύριε ὁ θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν.


( )
17,22 καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησεν τὸ παιδάριον. ( ) 17,23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ηλιου Βλέπε, ζῇ ὁ υἱός σου. ( ) 17,24 καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου Ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληθινόν. ( ) 18,1 Καὶ ἐγένετο μεθ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. ( ) 18,2 καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ. – καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ. ( )



trouve dans 1 passage(s): La veuve de Sarepta,
trouve dans 1 liturgie(s): Dimanche-10-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: