Premier Livre des Rois
15,22 καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ, καὶ αἴρουσιν τοὺς λίθους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησεν Βαασα, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ασα πᾶν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν. ( ) 15,23 καὶ τὰ λοιπὰ τῶν λόγων Ασα καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα., πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ. ( ) 15,24 καὶ ἐκοιμήθη Ασα καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ βασιλεύει Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 15,25 Καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρῳ τοῦ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο. ( ) 15,26 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ. ( )

15,27 καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἶκον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τῇ τῶν ἀλλοφύλων, καὶ Ναδαβ καὶ πᾶς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων.


( )
15,28 καὶ ἐθανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτῳ τοῦ Ασα υἱοῦ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν. ( ) 15,29 καὶ ἐγένετο ὡς ἐβασίλευσεν, καὶ ἐπάταξεν τὸν οἶκον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ιεροβοαμ ἕως τοῦ ἐξολεθρεῦσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Αχια τοῦ Σηλωνίτου ( ) 15,30 περὶ τῶν ἁμαρτιῶν Ιεροβοαμ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ, ᾧ παρώργισεν τὸν κύριον θεὸν τοῦ Ισραηλ. ( ) 15,31 καὶ τὰ λοιπὰ τῶν λόγων Ναδαβ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ., ( ) 15,32 Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: