Premier Livre des Rois
14,30 καὶ πόλεμος ἦν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας. ( ) 14,31 καὶ ἐκοιμήθη Ροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αβιου υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 15,1 Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱοῦ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα ( ) 15,2 καὶ ἓξ ἔτη ἐβασίλευσεν, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχα θυγάτηρ Αβεσσαλωμ. ( ) 15,3 καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ, αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ κυρίου θεοῦ αὐτοῦ ὡς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ. ( )

15,4 ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτῷ κύριος κατάλειμμα, ἵνα στήσῃ τέκνα αὐτοῦ μετ αὐτὸν καὶ στήσῃ τὴν Ιερουσαλημ,


( Ps 17,29 , )
15,5 ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων, ὧν ἐνετείλατο αὐτῷ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. ( ) 15,7 καὶ τὰ λοιπὰ τῶν λόγων Αβιου καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα., καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ. ( ) 15,8 καὶ ἐκοιμήθη Αβιου μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ιεροβοαμ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ βασιλεύει Ασα υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( ) 15,9 Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: