Premier Livre des Rois
12,30 καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δαν. ( ) 12,31 καὶ ἐποίησεν οἴκους ἐφ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευι. ( ) 12,32 καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθηλ, τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιθηλ τοὺς ἱερεῖς τῶν ὑψη ( ) 12,33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. ( ) 13,1 Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ιουδα παρεγένετο ἐν λόγῳ κυρίου εἰς Βαιθηλ, καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. ( )

13,2 καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπεν Θυσιαστήριον θυσιαστήριον, τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυιδ, Ιωσιας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.


1198 Bible des peuples sur verset 2018-08-26: Les précisions sur Josias en 13.2 n’ont sûrement pas été données à ce moment : l’auteur s’est contenté de recopier ce qu’il lisait en 2Rois 23.16. Cela ne change rien à la vérité de l’histoire et elle a le mérite de souligner le risque encouru par ceux qui portent la Parole de Dieu. Il y a toujours un moment où la Parole se retourne contre eux ; ils en viennent à douter de leur propre chemin et ils croient devoir oublier ce qu’a dit un jour le Dieu devenu silencieux.

1195 Bible des peuples sur verset 2018-08-26: Au nom de Yahvé (2). Le prophète vient de Juda au nom de l’unité religieuse, et il condamne Jéroboam à Béthel où il a construit un sanctuaire interdit. — Sa main devint raide. L’autorité de Jéroboam ne peut rien contre celui qui agit par ordre de Yahvé.

( 2R 23,16 , )
13,3 καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος λέγων Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ αὐτῷ. ( ) 13,4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων Συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτειν ( ) 13,5 καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόγῳ κυρίου. ( ) 13,6 καὶ εἶπεν ὁ βασιλεὺς Ιεροβοαμ τῷ ἀνθρώπῳ τοῦ θεοῦ Δεήθητι τοῦ προσώπου κυρίου τοῦ θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ τοῦ προσώπου κυρίου, καὶ ἐπέστρεψεν τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καθὼς τὸ πρότ ( ) 13,7 καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ Εἴσελθε μετ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: