Premier Livre des Rois
12,5 καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον. ( ) 12,6 καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον., ( ) 12,7 καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. ( ) 12,8 καὶ ἐγκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ ( ) 12,9 καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λαλήσασιν πρός με λεγόντων Κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ ἡμᾶς., ( )

12,10 καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς Ἡ


( )
12,11 καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. ( ) 12,12 καὶ παρεγένοντο πᾶς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων Ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ. ( ) 12,13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, ( ) 12,14 καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. ( ) 12,15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: