Premier Livre des Rois
11,41 Καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμων καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμων., ( ) 11,42 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ, τεσσαράκοντα ἔτη. ( ) 11,43 καὶ ἐκοιμήθη Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ – καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάθητο ἐν Αἰγύπτῳ – κατευθύνει καὶ ἔρχεται εἰς τ ( ) 12,1 Καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα, ὅτι εἰς Σικιμα ἤρχοντο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν. ( ) 12,2 καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες ( )

12,4 Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ ἡμᾶς, καὶ δουλεύσομέν σοι.


( 1R 9,15 , )
12,5 καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον. ( ) 12,6 καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον., ( ) 12,7 καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: