Livre de la Genèse
31,34 Ραχηλ δὲ ἔλαβεν τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς ( ) 31,35 καὶ εἶπεν τῷ πατρὶ αὐτῆς Μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὸ κατ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. ἠρεύνησεν δὲ Λαβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρεν τὰ εἴδωλα. ( ) 31,36 ὠργίσθη δὲ Ιακωβ καὶ ἐμαχέσατο τῷ Λαβαν· ἀποκριθεὶς δὲ Ιακωβ εἶπεν τῷ Λαβαν Τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου ( ) 31,37 καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη μου., τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου., θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν μου καὶ τῶν ἀδελφῶν σου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. ( ) 31,38 ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· ( )

31,39 θηριάλωτον οὐκ ἀνενήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·


( )
31,40 ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. ( ) 31,41 ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δέκα τέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν. ( ) 31,42 εἰ μὴ ὁ θεὸς τοῦ πατρός μου Αβρααμ καὶ ὁ φόβος Ισαακ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ θεὸς καὶ ἤλεγξέν σε ἐχθές. ( Ex 3,7 , ) 31,43 ἀποκριθεὶς δὲ Λαβαν εἶπεν τῷ Ιακωβ Αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστιν καὶ τῶν θυγατέρων μου. τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον., ( ) 31,44 νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγὼ καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. εἶπεν δὲ αὐτῷ Ἰδοὺ οὐθεὶς μεθ ἡμῶν ἐστιν, ἰδὲ ὁ θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: