Premier Livre des Rois
9,11 Χιραμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμων ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ θελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιραμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ. ( ) 9,12 καὶ ἐξῆλθεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμων, καὶ οὐκ ἤρεσαν αὐτῷ· ( ) 9,13 καὶ εἶπεν Τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελφέ., καὶ ἐκάλεσεν αὐτάς Ὅριον ἕως τῆς ἡμέρας ταύτης. ( ) 9,14 καὶ ἤνεγκεν Χιραμ τῷ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου ( ) 9,15 καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὖσαν ἐχομένην Αιλαθ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Εδωμ. ( 1R 11,28 , 1R 12,4 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: