Premier Livre des Rois
8,42 καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, ( ) 8,43 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ φοβῶνταί σε καθὼς ὁ λαός σου Ισραηλ καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον ( ) 8,44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, ( ) 8,45 καὶ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς. ( ) 8,46 ὅτι ἁμαρτήσονταί σοι – ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς οὐχ ἁμαρτήσεται – καὶ ἐπάξεις ἐπ αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν καὶ αἰχμαλωτιοῦσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς, ( )

8,47 καὶ ἐπιστρέψουσιν καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν καὶ δεηθῶσίν σου ἐν γῇ μετοικίας αὐτῶν λέγοντες Ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν,


1173 Bible des peuples sur verset 2018-08-26: Protection de Dieu qui s’étendra aux Israélites dispersés lorsque le temple ne sera plus là.

( )
8,48 καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, ( ) 8,49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου ( ) 8,50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν, ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτιρήσουσιν αὐτούς· ( ) 8,51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου. ( )



trouve dans 1 passage(s): Prière de Salomon,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: