Premier Livre des Rois
7,43 καὶ τὸ αιλαμ τῶν στύλων πεντήκοντα πηχῶν μῆκος καὶ τριάκοντα ἐν πλάτει, ἐζυγωμένα, αιλαμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αιλαμμιν. ( ) 7,44 καὶ τὸ αιλαμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ, αιλαμ τοῦ κριτηρίου. ( ) 7,45 καὶ οἶκος αὐτῷ, ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραω, ἣν ἔλαβεν Σαλωμων, κατὰ τὸ αιλαμ τοῦτο. ( ) 7,46 πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην ( ) 7,47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις, λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν, ( )

7,48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις.


( )
7,49 τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. ( ) 7,50 καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἶκον αὐτοῦ. ( ) 8,1 Καὶ ἐγένετο ἐν τῷ συντελέσαι Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ [αὕτη ἐστὶ ( ) 8,2 ἐν μηνὶ Αθανιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: