Premier Livre des Rois
7,36 καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρύβλια καὶ αἱ θυίσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς. ( ) 7,37 καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον, ὃ ἐποίησεν Σαλωμων οἴκου κυρίου, καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμων, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου κυρίου. ( ) 7,38 Καὶ τὸν οἶκον αὐτοῦ ᾠκοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν. ( ) 7,39 καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις. ( ) 7,40 καὶ ἐφάτνωσεν τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε, δέκα καὶ πέντε ὁ στίχος· ( )

7,41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς·


( )
7,42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς. ( ) 7,43 καὶ τὸ αιλαμ τῶν στύλων πεντήκοντα πηχῶν μῆκος καὶ τριάκοντα ἐν πλάτει, ἐζυγωμένα, αιλαμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αιλαμμιν. ( ) 7,44 καὶ τὸ αιλαμ τῶν θρόνων, οὗ κρινεῖ ἐκεῖ, αιλαμ τοῦ κριτηρίου. ( ) 7,45 καὶ οἶκος αὐτῷ, ἐν ᾧ καθήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ θυγατρὶ Φαραω, ἣν ἔλαβεν Σαλωμων, κατὰ τὸ αιλαμ τοῦτο. ( ) 7,46 πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: