Premier Livre des Rois
7,22 καὶ τὰ συγκλείσματα αὐτῆς χερουβιν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν. ( ) 7,23 κατ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωθ, τάξιν μίαν καὶ μέτρον ἓν πάσαις. ( ) 7,24 καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνωθ τῆς μιᾶς ταῖς δέκα μεχωνωθ. ( ) 7,25 καὶ ἔθετο τὰς δέκα μεχωνωθ, πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου. ( ) 7,26 Καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας, καὶ συνετέλεσεν Χιραμ ποιῶν πάντα τὰ ἔργα, ἃ ἐποίησεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου, ( )

7,27 στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων,


( )
7,28 τὰς ῥόας τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ στρεπτὰ ἐπ ἀμφοτέροις τοῖς στύλοις, ( ) 7,29 καὶ τὰς μεχωνωθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνωθ ( ) 7,30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης ( ) 7,31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησεν Χιραμ τῷ βασιλεῖ Σαλωμων τῷ οἴκῳ κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησεν Χιραμ, χαλκ ( ) 7,32 οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήθους σφόδρα· οὐκ ἦν τέρμα τῷ σταθμῷ τοῦ χαλκοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: