Premier Livre des Rois
7,2 υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλι, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσήχθη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα. ( ) 7,3 καὶ ἐχώνευσεν τοὺς δύο στύλους τῷ αιλαμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος. ( ) 7,4 καὶ δύο ἐπιθέματα ἐποίησεν δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου. ( ) 7,5 καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ. ( ) 7,6 καὶ ἔργον κρεμαστόν, δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησεν τῷ ἐπιθέματι τῷ δευτέρῳ. ( )

7,7 καὶ ἔστησεν τοὺς στύλους τοῦ αιλαμ τοῦ ναοῦ· καὶ ἔστησεν τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιαχουμ· καὶ ἔστησεν τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Βααζ.


( )
7,8 καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχῶν. ( ) 7,9 καὶ μέλαθρον ἐπ ἀμφοτέρων τῶν στύλων, καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει. ( ) 7,10 Καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν. ( ) 7,11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόθεν, ἀνιστᾶν τὴν θάλασσαν. ( ) 7,12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: