Premier Livre des Rois
6,29 καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψεν γραφίδι χερουβιν, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ. ( ) 6,30 καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. ( ) 6,31 Καὶ τῷ θυρώματι τοῦ δαβιρ ἐποίησεν θύρας ξύλων ἀρκευθίνων καὶ φλιὰς πενταπλᾶς ( ) 6,32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ αὐτῶν ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχεν χρυσίῳ, καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον. ( ) 6,33 καὶ οὕτως ἐποίησεν τῷ πυλῶνι τοῦ ναοῦ, φλιαὶ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς. ( )

6,34 καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα·


( )
6,35 ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. ( ) 6,36 καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν. ( ) 7,1 a Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: