Premier Livre des Rois
6,27 καὶ ἀμφότερα τὰ χερουβιν ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν αἱ ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος. ( ) 6,28 καὶ περιέσχεν τὰ χερουβιν χρυσίῳ. ( ) 6,29 καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψεν γραφίδι χερουβιν, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ. ( ) 6,30 καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. ( ) 6,31 Καὶ τῷ θυρώματι τοῦ δαβιρ ἐποίησεν θύρας ξύλων ἀρκευθίνων καὶ φλιὰς πενταπλᾶς ( )

6,32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ αὐτῶν ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχεν χρυσίῳ, καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον.


( )
6,33 καὶ οὕτως ἐποίησεν τῷ πυλῶνι τοῦ ναοῦ, φλιαὶ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς. ( ) 6,34 καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα· ( ) 6,35 ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. ( ) 6,36 καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: