Premier Livre des Rois
3,27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτόν· αὐτὴ ἡ μήτηρ αὐτοῦ. ( ) 3,28 καὶ ἤκουσαν πᾶς Ισραηλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα. ( ) 4,1 Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων βασιλεύων ἐπὶ Ισραηλ. ( ) 4,2 καὶ οὗτοι οἱ ἄρχοντες, οἳ ἦσαν αὐτοῦ· Αζαριου υἱὸς Σαδωκ ( ) 4,3 καὶ Ελιαρεφ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαφατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκων ( )

4,4 καὶ Σαδουχ καὶ Αβιαθαρ ἱερεῖς


1155 Bible des peuples sur verset 2018-08-25: Ce verset qui contredit 4.2 et 2.26 est sûrement une glose.

( )
4,5 καὶ Ορνια υἱὸς Ναθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβουθ υἱὸς Ναθαν ἑταῖρος τοῦ βασιλέως ( ) 4,6 καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαφ ἐπὶ τῆς πατριᾶς καὶ Αδωνιραμ υἱὸς Εφρα ἐπὶ τῶν φόρων. ( ) 4,7 Καὶ τῷ Σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. ( ) 4,8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενωρ ἐν ὄρει Εφραιμ, εἷς· ( ) 4,9 υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηθαλαμιν καὶ Βαιθσαμυς καὶ Αιλων ἕως Βαιθαναν, εἷς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: